Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.231 | Joseph. BJ 4.238 (English) | >>Joseph. BJ 4.244 |
4.235συνταχθέντες δὲ εἰς δύο μυριάδας παραγίνονται πρὸς τὰ Ἱεροσόλυμα , χρώμενοι τέσσαρσιν ἡγεμόσιν Ἰωάννῃ τε καὶ Ἰακώβῳ παιδὶ Σωσᾶ , πρὸς δὲ τούτοις ἦν Σίμων υἱὸς Θακήου καὶ Φινέας Κλουσώθ .
4.236
καθάπαν γε μὴν αὐτοὺς ἐκπολεμεῖν οὐκ ἔδοξεν , ἀλλὰ λόγοις πείθειν πρὸ τῶν ὅπλων .
4.238στὰς οὖν ἐπὶ τὸν ἄντικρυς αὐτῶν πύργον ὁ μετὰ Ἄνανον γεραίτατος τῶν ἀρχιερέων Ἰησοῦς , πολλῶν ἔφη καὶ ποικίλων τὴν πόλιν κατεσχηκότων θορύβων ἐν οὐδενὶ θαυμάσαι τὴν τύχην οὕτως , ὡς τῷ συμπράττειν τοῖς πονηροῖς καὶ τὰ παράδοξα ·
4.239παρεῖναι γοῦν ὑμᾶς ἀνθρώποις ἐξωλεστάτοις μετὰ τοσαύτης προθυμίας ἐπαμυνοῦντας καθʼ ἡμῶν , μεθʼ ὅσης εἰκὸς ἦν ἐλθεῖν οὐδὲ τῆς μητροπόλεως καλούσης ἐπὶ βαρβάρους .
4.240καὶ εἰ μὲν ἑώρων τὴν σύνταξιν ὑμῶν ἐξ ὁμοίων τοῖς καλέσασιν ἀνδρῶν , οὐκ ἂν ἄλογον τὴν ὁρμὴν ὑπελάμβανον · οὐδὲν γὰρ οὕτως συνίστησι τὰς εὐνοίας ὡς
-- -- τὰ γὰρ θύματα καὶ καθάρματα τῆς πόλεως ὅλης , κατασωτευσάμενα τὰς ἰδίας οὐσίας καὶ προγυμνάσαντα τὴν ἀπόνοιαν ἐν ταῖς πέριξ κώμαις τε καὶ πόλεσι , τελευταῖα λεληθότως παρεισέρρευσαν εἰς τὴν ἱερὰν πόλιν ,
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.231 | Joseph. BJ 4.238 (English) | >>Joseph. BJ 4.244 |